Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.24 Joseph. AJ 7.28 (English) >>Joseph. AJ 7.31

7.26πέμπει μὲν αὐτῷ τὴν Μελχάλην ἀποσπάσας Ὀφελτίου τοῦ τότε συνοικοῦντος αὐτῇ, πρὸς τοῦτο καὶ Ἰεβώσθου συμπράξαντος· ἐγεγράφει γὰρ αὐτῷ Δαυίδης τὴν γυναῖκα δικαίως ἀπολαβεῖν· συγκαλέσας δὲ τοὺς γεγηρακότας τοῦ πλήθους καὶ ταξιάρχους καὶ χιλιάρχους λόγους ἐποιήσατο πρὸς αὐτούς, 7.27ὡς ἔχοντας ἑτοίμως ἀποστῆναι μὲν Ἰεβώσθου Δαυίδῃ δὲ προσθέσθαι ταύτης ἀποστρέψειε τῆς ὁρμῆς, νῦν μέντοι γε ἐπιτρέποι χωρεῖν βούλονται· καὶ γὰρ εἰδέναι τὸν θεὸν διὰ Σαμουήλου τοῦ προφήτου Δαυίδην χειροτονήσαντα πάντων Ἑβραίων βασιλέα, προειπεῖν δʼ ὅτι Παλαιστίνους ἐκεῖνος αὐτὸς τιμωρήσεται καὶ ποιήσει κρατήσας ὑποχειρίους. 7.28ταῦτʼ ἀκούσαντες οἱ πρεσβύτεροι καὶ ἡγεμόνες, ὡς τὴν Ἀβεννήρου γνώμην πρότερον εἶχον αὐτοὶ περὶ τῶν πραγμάτων σύμφωνον προσέλαβον, τὰ Δαυίδου φρονεῖν μετεβάλοντο. 7.29πεισθέντων δὲ τούτων Ἀβεννῆρος συγκαλεῖ τὴν Βενιαμιτῶν φυλήν, οἱ γὰρ ἐκ ταύτης ἅπαντες Ἰεβώσθου σωματοφύλακες ἦσαν, καὶ ταὐτὰ πρὸς αὐτοὺς διαλεχθείς, ἐπειδὴ μὴ ἀντικρούοντας ἑώρα, προστιθεμένους δʼ οἷς ἐβούλετο, παραλαβὼν ὡς εἴκοσι τῶν ἑταίρων ἧκε πρὸς Δαυίδην τοὺς ὅρκους παρʼ αὐτοῦ ληψόμενος αὐτός, πιστότερα γὰρ τῶν διʼ ἄλλου πραττομένων ὅσα διʼ αὑτῶν ἕκαστοι ποιοῦμεν εἶναι δοκεῖ, καὶ προσέτι τοὺς γενομένους αὐτῷ λόγους πρός τε τοὺς ἡγεμόνας καὶ πρὸς τὴν φυλὴν ἅπασαν σημανῶν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.24 Joseph. AJ 7.28 (English) >>Joseph. AJ 7.31

Powered by PhiloLogic